Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.77 Joseph. AJ 5.82 (English) >>Joseph. AJ 5.87

5.80

Καὶ Ἰησοῦς Ἐλεάζαρόν τε καὶ τὴν γερουσίαν σὺν τοῖς φυλάρχοις παραλαβὼν νέμει ταῖς ἐννέα φυλαῖς καὶ τῶν Μανασσητῶν τοῖς ἡμίσεσι, κατὰ μέγεθος ἑκάστης τῶν φυλῶν τὴν μέτρησιν ποιησάμενος. 5.81κληρώσαντος δὲ αὐτοῦ, μὲν Ἰούδα λαχοῦσα πᾶσαν αἱρεῖται τὴν καθύπερθεν Ἰδουμαίαν παρατείνουσαν μὲν ἄχρι τῶν Ἱεροσολύμων τὸ δʼ εὖρος ἕως τῆς Σοδομίτιδος λίμνης καθήκουσαν· ἐν δὲ τῷ κλήρῳ τούτῳ πόλεις ἦσαν Ἀσκάλων καὶ Γάζα. 5.82Σεμεωνὶς δέ, δευτέρα γὰρ ἦν, ἔλαχε τῆς Ἰδουμαίας τὴν Αἰγύπτῳ τε καὶ τῇ Ἀραβίᾳ πρόσορον οὖσαν. Βενιαμῖται δὲ τὴν ἀπὸ Ἰορδάνου ποταμοῦ ἔλαχον ἄχρι θαλάσσης μὲν τὸ μῆκος, τὸ δὲ πλάτος Ἱεροσολύμοις ὁριζομένην καὶ Βηθήλοις· στενώτατος δὲ κλῆρος οὗτος ἦν διὰ τὴν τῆς γῆς ἀρετήν· Ἱεριχοῦντα γὰρ καὶ τὴν Ἱεροσολυμιτῶν πόλιν ἔλαβον. 5.83 δʼ Ἐφρὰν φυλὴ τὴν ἄχρι Γαζάρων ἀπὸ Ἰορδάνου ποταμοῦ μηκυνομένην ἔλαχεν, εὐρεῖαν δὲ ὅσον ἀπὸ Βεθήλων εἰς τὸ μέγα τελευτᾷ πεδίον, τῆς τε Μανασσήτιδος οἱ ἡμίσεις ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεως, πλάτος δὲ ἐπὶ Βηθησάνων, νῦν Σκυθόπολις καλεῖται, 5.84καὶ μετὰ τούτους Ἰσαχαρὶς Κάρμηλόν τε τὸ ὄρος καὶ τὸν ποταμὸν τοῦ μήκους ποιησαμένη τέρμονα, τὸ δὲ Ἰταβύριον ὄρος τοῦ πλάτους. Ζαβουλωνῖται δὲ τὴν μέχρι Γενησαρίδος καθήκουσαν δὲ περὶ Κάρμηλον καὶ θάλασσαν ἔλαχον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.77 Joseph. AJ 5.82 (English) >>Joseph. AJ 5.87

Powered by PhiloLogic